Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 6.24 | Dem. 6.28 (English) | >>Dem. 6.31 |
6.26ταῦτʼ ἀκούσαντες ἐκεῖνοι , καὶ θορυβοῦντες ὡς ὀρθῶς λέγεται , καὶ πολλοὺς ἑτέρους λόγους παρὰ τῶν πρέσβεων καὶ παρόντος ἐμοῦ καὶ πάλιν ὕστερον , ὡς ἔοικεν , οὐδὲν μᾶλλον ἀποσχήσονται τῆς Φιλίππου φιλίας οὐδʼ ὧν ἐπαγγέλλεται .
6.27καὶ οὐ τοῦτʼ ἔστʼ ἄτοπον , εἰ Μεσσήνιοι καὶ Πελοποννησίων τινὲς παρʼ ἃ τῷ λογισμῷ βέλτισθʼ ὁρῶσί τι πράξουσιν , ἀλλʼ ὑμεῖς οἱ καὶ συνιέντες αὐτοὶ καὶ τῶν λεγόντων ἀκούοντες ἡμῶν , ὡς ἐπιβουλεύεσθε , ὡς περιστοιχίζεσθε , ἐκ τοῦ μηδὲν ἤδη ποιῆσαι λήσεθʼ , ὡς ἐμοὶ δοκεῖ , πάνθʼ ὑπομείναντες · οὕτως ἡ παραυτίχʼ ἡδονὴ καὶ ῥᾳστώνη μεῖζον ἰσχύει τοῦ ποθʼ ὕστερον συνοίσειν μέλλοντος .
περὶ μὲν δὴ τῶν ἡμῖν πρακτέων καθʼ ὑμᾶς αὐτοὺς ὕστερον βουλεύσεσθε , ἂν σωφρονῆτε · ἃ δὲ νῦν ἀποκρινάμενοι τὰ δέοντʼ ἂν εἴητʼ ἐψηφισμένοι , ταῦτʼ ἤδη λέξω .οὔτε γὰρ αὐτὸς ἄν ποθʼ ὑπέμεινα πρεσβεύειν , οὔτʼ ἂν ὑμεῖς οἶδʼ ὅτι ἐπαύσασθε πολεμοῦντες , εἰ τοιαῦτα πράξειν τυχόντʼ εἰρήνης Φίλιππον ᾤεσθε · ἀλλʼ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα . καὶ πάλιν γʼ ἑτέρους καλεῖν . τίνας ; τοὺς ὅτʼ ἐγὼ γεγονυίας ἤδη τῆς εἰρήνης ἀπὸ τῆς ὑστέρας ἥκων πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους , αἰσθόμενος φενακιζομένην τὴν πόλιν , προὔλεγον καὶ διεμαρτυρόμην καὶ οὐκ εἴων προέσθαι Πύλας οὐδὲ Φωκέας ,
6.28
Ἀπόκρισις
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 6.24 | Dem. 6.28 (English) | >>Dem. 6.31 |